章節 | 原文直譯(參考用)經文 | 新約原文經文 | 註釋 |
24:1 | 然後, 耶穌出來從聖殿離開,
他的門徒就進前來,
指給他看聖殿的建築。 | Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
24:2 | 那回答的(耶穌)對他們說:
你們不是看見這些所有一切嗎?
我實在告訴你們,
這裡必不留下一塊石頭在石頭上,
那不被拆毀的。 | ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται. | 註釋 串珠 康來昌 原文 典藏 |
24:3 | 他(耶穌)在橄欖山上坐著,
門徒私下的來他面前說:
請告訴我們,
甚麼時候有這些事
以及甚麼是你來臨和世界的末了的豫兆呢? | Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾽ ἰδίαν λέγοντες, Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος; | 註釋 串珠 康來昌 字典 原文 典藏 |
24:4 | 耶穌就回答對他們說:
你們要謹慎,
免得有人使你們走錯路。 | καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· | 註釋 串珠 康來昌 原文 典藏 |
24:5 | 因為很多人將藉我的名來,說:
『我是基督』,
且要迷惑許多人。 | πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, Ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσιν. | 註釋 串珠 康來昌 原文 典藏 |
24:6 | 你們必將要聽見打仗和打仗的風聲;
小心不要驚慌;
因為(這些事)必須要發生,
只是還不是末期。 | μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾽ οὔπω ἐστὶν τὸ τέλος. | 註釋 串珠 康來昌 原文 典藏 |
24:7 | 民要起來敵對民,
國敵對國;
且多處必有饑荒、地震; | ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους· | 註釋 串珠 康來昌 原文 典藏 |
24:8 | 這一切都是陣痛的開始。 | πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. | 註釋 串珠 康來昌 原文 典藏 |
24:9 | 那時他們要把你們陷在患難裡,
也要殺害你們,
且你們又要...恨惡(...處填入下一行)
被萬民
因為我的名。 | τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. | 註釋 串珠 康來昌 原文 典藏 |
24:10 | 且那時必有許多人離棄信仰,
且要彼此出賣,
彼此恨惡; | καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους· | 註釋 串珠 康來昌 原文 典藏 |
24:11 | 且許多假先知興起來,
並欺騙許多人; | καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς· | 註釋 串珠 康來昌 原文 典藏 |
24:12 | 而因為邪惡的事被增多
許多人的愛將被冷卻。 | καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. | 註釋 串珠 康來昌 原文 典藏 |
24:13 | 但忍耐到底的,
這人必然得救。 | ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. | 註釋 串珠 康來昌 原文 典藏 |
24:14 | 這王國的福音也要被傳揚
在全天下
成為對萬民的見證,
然後終局要來到。 | καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος. | 註釋 串珠 康來昌 原文 典藏 |
24:15 | 所以當你們看見...那毀滅的可憎者(...處填入下一行)
那藉著先知但以理所說的
站在聖地,
誦讀(這經)的人需要了解, | Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω, | 註釋 串珠 康來昌 字典 原文 典藏 |
24:16 | 那時在猶太的人
應當逃到山上, | τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, | 註釋 串珠 康來昌 原文 典藏 |
24:17 | 在房頂上的人
不要下來拿他家裡的東西, | ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, | 註釋 串珠 康來昌 字典 原文 典藏 |
24:18 | 在田裡的人,
也不要回去取他的衣裳。 | καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
24:19 | ...有禍了!(...處填入下三行)
懷孕的
和餵奶的
在那些日子裡 | οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. | 註釋 串珠 康來昌 原文 典藏 |
24:20 | 你們應當祈求,
為叫...不發生(...處填入下一行)
你們的逃亡
在冬天也不在安息日。 | προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ. | 註釋 串珠 康來昌 原文 典藏 |
24:21 | 因為那時必有大災難,
如此這樣(的災難)...未曾有過,(...處填入下一行)
從世界的起頭直到如今
也必不再有。 | ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ᾽ οὐ μὴ γένηται. | 註釋 串珠 康來昌 原文 典藏 |
24:22 | 若不減少那些日子,
一切有血氣的不會得救;
只是因為選民的緣故,
那些日子必減少了。 | καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. | 註釋 串珠 康來昌 原文 典藏 |
24:23 | 那時若有人對你們說:
『看哪!基督在這裡』,
或說:
『在這裡』,
你們不要信; | τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδοὺ ὧδε ὁ Χριστός, ἤ, Ὧδε, μὴ πιστεύσητε· | 註釋 串珠 康來昌 原文 典藏 |
24:24 | 因為假基督、假先知將要起來,
顯大神蹟和奇事
為了要...(韋: 被騙)(聯: 欺騙)。(...處填入下二行)
倘若可能的話,
甚至選民也 | ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. | 註釋 串珠 康來昌 原文 典藏 |
24:25 | 看哪!我已預先告訴你們了。 | ἰδοὺ προείρηκα ὑμῖν. | 註釋 串珠 康來昌 原文 典藏 |
24:26 | 所以若他們對你們說:
『看哪,在曠野裡』,
你們不要出去;
『看哪,在內屋中』,
你們不要信; | ἐὰν οὖν εἴπωσιν ὑμῖν, Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· | 註釋 串珠 康來昌 字典 原文 典藏 |
24:27 | 因為正如閃電從東邊發出,
直顯現到西邊,
人子的來臨也是如此; | ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· | 註釋 串珠 康來昌 原文 典藏 |
24:28 | 哪裡若是有屍首,
在那裡禿鷲必被聚集。 | ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
24:29 | 緊接那些日子的災難之後,
日頭就變暗了,
月亮也不發它的光,
星星要從天上墜落,
天勢都要被震動。 | Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. | 註釋 串珠 康來昌 原文 典藏 |
24:30 | 那時人子的兆頭要顯現在天上,
然後地上的一切宗族都要哀哭
且他們要看見人子...來臨,(...處填入下一行)
在天上的雲上
帶著能力和大榮耀; | καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς· | 註釋 串珠 康來昌 原文 典藏 |
24:31 | 且他要...差遣他的使者(...處填入下一行)
用大的號角聲,
他們(天使)並要...招聚他的選民。(...處填入下一行)
從四風
從天的邊界直到它的極限 | καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρων οὐρανῶν ἕως τῶν ἄκρων αὐτῶν. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
24:32 | 從無花果樹你們可以學個比喻;
當它的樹枝已經變得柔軟
且長葉子時,
你們就知道夏天近了; | Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· | 註釋 串珠 康來昌 字典 原文 典藏 |
24:33 | 照樣你們也是如此,
當你們看見這一切的事
就知道他(人子)是臨近在門口了。 | οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε πάντα ταῦτα γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
24:34 | 我實在告訴你們,
這世代不會過去,
直等到這些事成就。 | ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. | 註釋 串珠 康來昌 原文 典藏 |
24:35 | 天地要廢去,
但我的話卻不廢去。 | ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. | 註釋 串珠 康來昌 原文 典藏 |
24:36 | 關於那日子和時辰,
沒有一人知道,
天上的使者也不(知道),
子也不(知道),
除了只有父(知道)。 | Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος. | 註釋 串珠 康來昌 原文 典藏 |
24:37 | 而正如挪亞的日子,
人子來臨也將是這樣。 | ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. | 註釋 串珠 康來昌 原文 典藏 |
24:38 | 因為如同在洪水以前的那些日子,
吃和喝,
結婚和在婚禮中給予(新娘),
直到那日挪亞進方舟, | ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ἐκείναις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, | 註釋 串珠 康來昌 字典 原文 典藏 |
24:39 | 且他們不察覺
直到洪水來了,
且沖走全部的人,
人子的來臨也要這樣。 | καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται (καὶ) ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. | 註釋 串珠 康來昌 原文 典藏 |
24:40 | 那時兩個人在田裡,
一個被取去,
而一個被撇下; | τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται· | 註釋 串珠 康來昌 原文 典藏 |
24:41 | 兩個女人在磨坊裡推磨,
一個被取去,
一個被撇下。 | δύο ἀλήθουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
24:42 | 所以你們要儆醒,
因為不知道你們的主那一天來到。 | γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται. | 註釋 串珠 康來昌 原文 典藏 |
24:43 | 而那是你們當知道的
若家主知道幾更天有賊來,
他就必儆醒,
且不容許他的房屋被挖透闖入。 | ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ. | 註釋 串珠 康來昌 原文 典藏 |
24:44 | 所以你們也要預備好,
因為...那時(...處填入下一行)
在那時刻時你們沒想到,
人子就來了。 | διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. | 註釋 串珠 康來昌 原文 典藏 |
24:45 | 那麼誰是忠心有見識的僕人,
那主人派他
在他全家的僕人之上
為要...給他們糧食(...處填入下一行)
按著時候呢? | Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; | 註釋 串珠 康來昌 原文 典藏 |
24:46 | 那僕人有福了
...他(...處填入下一行)
當他的主人來時,看見
照這樣做; | μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα· | 註釋 串珠 康來昌 原文 典藏 |
24:47 | 我實在告訴你們,
在他的一切所有之上
他要使他管理。 | ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. | 註釋 串珠 康來昌 原文 典藏 |
24:48 | 倘若那惡僕人在他的心裡說:
我的主人必來得遲, | ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει μου ὁ κύριος, | 註釋 串珠 康來昌 原文 典藏 |
24:49 | 就開始打他的同伴,
又和酒醉的人一起吃喝, | καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων, | 註釋 串珠 康來昌 原文 典藏 |
24:50 | 那僕人的主人要來,
在那他不預期的日子裡,
也在他那不知道的時辰裡, | ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, | 註釋 串珠 康來昌 原文 典藏 |
24:51 | 然後他要重重的處治他,
就把他的份和假冒為善的人放在一起;
在那裡必有哀哭切齒了。 | καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. | 註釋 串珠 康來昌 原文 典藏 |