章節 | 原文直譯(參考用)經文 | 新約原文經文 | 註釋 |
25:1 | 那時天國好像十個童女,
她們拿著她們自己的燈火出去
為了新郎的迎接。 | Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:2 | 她們中的五個是愚拙的,
五個(是)有智慧的。 | πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ καὶ πέντε φρόνιμοι. | 註釋 串珠 康來昌 原文 典藏 |
25:3 | 因為愚拙的拿著她們的燈火後,
沒有拿橄欖油跟著她們自己。 | αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν οὐκ ἔλαβον μεθ᾽ ἑαυτῶν ἔλαιον. | 註釋 串珠 康來昌 原文 典藏 |
25:4 | 但有智慧的拿著橄欖油在容器裡
跟著她們自己的燈火。 | αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων ἑαυτῶν. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:5 | 但新郎延遲的時候,
所有人都想睡且睡著了。 | χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. | 註釋 串珠 康來昌 原文 典藏 |
25:6 | 然後半夜有喊叫:
看哪!新郎,
你們出來,為了(韋: )(聯: 他的)迎接。 | μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν, Ἰδοὺ ὁ νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν (αὐτοῦ). | 註釋 串珠 康來昌 原文 典藏 |
25:7 | 那時所有那些童女就醒起來
且裝飾她們自己的燈火。 | τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:8 | 愚拙的對有智慧的說:
請從你們的橄欖油給我們,
因為我們的燈火被熄滅了。 | αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπαν, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:9 | 有智慧的回答說:
一定不夠給你們和我們;
不如你們去到賣家那裡
然後為你們自己買。 | ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι, Μήποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. | 註釋 串珠 康來昌 原文 典藏 |
25:10 | 但他們離開去買的時候新郎來了,
有準備的就和他一起進到婚禮,
門就被關起來了。 | ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:11 | 後來其他的童女也來說:
『主啊,主啊,
請為我們開門!』 | ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι, Κύριε κύριε, ἄνοιξον ἡμῖν. | 註釋 串珠 康來昌 原文 典藏 |
25:12 | 但他回答說:
『我實在跟你們說,
我不認識你們。』 | ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. | 註釋 串珠 康來昌 原文 典藏 |
25:13 | 所以你們要儆醒,
因為你們不知道那日子,
也不(知道)那時辰,。 | Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν. | 註釋 串珠 康來昌 原文 典藏 |
25:14 | 因好比一個人往外國去時,
叫了自己的僕人來,
就交給他們他的家業, | Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, | 註釋 串珠 康來昌 原文 典藏 |
25:15 | 且一個他給了五他連得,
一個二(他連得),
一個一(他連得),
各人是按著自己的才幹,
就出外去了。
立刻 | καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν. εὐθέως | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:16 | 那領五他連得離開
以它們去投資,
且賺了另外的五(他連得)。 | πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:17 | 照樣地那領二(他連得)的
賺了另外二(他連得)。 | ὡσαύτως ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο. | 註釋 串珠 康來昌 原文 典藏 |
25:18 | 但那領一(他連得)的離開
去掘開地,
且埋藏他主人的銀子。 | ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:19 | 許久以後
那些僕人的主人來了,
就和他們結算賬目。 | μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ᾽ αὐτῶν. | 註釋 串珠 康來昌 原文 典藏 |
25:20 | 那領五他連得的來了
獻上那另外的五他連得,說:
『主啊,
你交給我的五他連得;
看哪,我賺了另外五他連得。』 | καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων, Κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:21 | 他的主人對他說:
『好,
良善又忠心的僕人呀!
在不多的事上你是忠心的,
我要把許多事派你管理;
進入你主人的喜樂吧!』 | ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. | 註釋 串珠 康來昌 原文 典藏 |
25:22 | (韋: )(聯: 然後)那二他連得的也進前來,說:
『主啊,
二他連得你交給我的;
看哪!我賺了另外二他連得。』 | προσελθὼν (δὲ) καὶ ὁ τὰ δύο τάλαντα εἶπεν, Κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:23 | 他的主人對他說:
『好,
良善又忠心的僕人呀!
在不多的事上你是忠心的,
我要把許多事派你管理;
進入你主人的喜樂吧!』 | ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. | 註釋 串珠 康來昌 原文 典藏 |
25:24 | 然後那領一他連得的也進前來,說:
『主啊,
我知道你是一個嚴厲的人,
收割在你沒有撒種的地方,
也收聚從你沒有散播的地方, | προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν, Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας, | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:25 | 我害怕,就去
埋藏你的一他連得在地裡;
看哪!你擁有你的。』 | καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:26 | 他的主人回答對他說:
『惡又懶的僕人呀!
你知道我要收割在我沒有撒種的地方,
且要收聚從我沒有散播的地方嗎? | ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα; | 註釋 串珠 康來昌 原文 典藏 |
25:27 | 所以你就應該
拿我的銀子給兌換銀錢的人,
到我來的時候,
我可以連帶利息得回我的。』 | ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:28 | 所以從他拿走這他連得
且給那有十他連得的人;
| ἄρατε οὖν ἀπ᾽ αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:29 | 因為每一個擁有的人要被賜予,
且被加增有餘,
但從那沒有的人,
甚至他所有的也要從他被奪走。 | τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, τοῦ δὲ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ. | 註釋 串珠 康來昌 原文 典藏 |
25:30 | 你們把這無用的僕人丟在外面黑暗裡;
在那裡必要有哀嚎和咬牙切齒了。 | καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. | 註釋 串珠 康來昌 原文 典藏 |
25:31 | 當人子...來臨時,(...處填入下兩行)
{在他榮耀裡、}
{和所有天使與他一起}
那時他要坐在他榮耀的寶座上; | Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ᾽ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:32 | 且所有民族都要被聚集在他面前,
且他要把他們從彼此中分別出來,
如同牧羊人從山羊中分出綿羊, | καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ᾽ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:33 | 且一方面要使綿羊站立在他的右邊,
另一方面山羊在左邊。 | καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:34 | 然後王要對在他右邊的說:
『來這裡,已被我的父賜福的人!
來承受...已被預備給你們的國。(...處填入下一行)
{從世界創造以來} | τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. | 註釋 串珠 康來昌 原文 典藏 |
25:35 | 因為我餓了你們給我吃,
我渴了你們給我喝,
我是外邦人你們接待我, | ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, | 註釋 串珠 康來昌 原文 典藏 |
25:36 | 我沒穿衣服你們給我穿,
我病了你們探視我,
我在監獄裡你們來我這裡。』 | γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:37 | 那時義人要回答他說:
『主啊,
我們什麼時候看見你飢餓,提供吃,
或口渴,提供喝? | τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες, Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν; | 註釋 串珠 康來昌 原文 典藏 |
25:38 | 什麼時候看見你是外邦人而接待,
或是沒穿衣服而提供穿? | πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν; | 註釋 串珠 康來昌 原文 典藏 |
25:39 | 什麼時候看見你生病
或是在監獄裡,
而去到你那裡呢?』 | πότε δέ σε εἴδομεν ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε; | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:40 | 王回答他們說:
『我真實地對你們說,
你們做在我這些兄弟的任何一個最小的身上,
(就是)做在我身上。』 | καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. | 註釋 串珠 康來昌 原文 典藏 |
25:41 | 然後他(王)也要向那左邊的說:
『你們被咒詛的人,離開我!
進入那...所預備的永火裡去!(...處填入下一行)
為魔鬼和他的使者 | Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, Πορεύεσθε ἀπ᾽ ἐμοῦ (οἱ) κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. | 註釋 串珠 康來昌 原文 典藏 |
25:42 | 因為我餓了,
而你們不給我吃,
(韋: 然後)(聯: )我渴了,
而你們不給我喝; | ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με, | 註釋 串珠 康來昌 原文 典藏 |
25:43 | 我作客旅,
你們卻不接待我,
我赤身露體,
你們卻不給我穿,
我病了,
我在監裡,
你們卻不來看顧我。』 | ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:44 | 那時他們也要回答說:
『主啊,
甚麼時候我們看見你飢餓,
或口渴,
或作客旅,
或赤身露體,
或生病,
或在監裡,
而我們沒有伺候你呢?』 | τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες, Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; | 註釋 串珠 康來昌 字典 原文 典藏 |
25:45 | 那時他(王)要回答他們說:
『我實在告訴你們,
因為你們不做在一個這些弟兄中最小的身上,
(就是)不做在我身上。』 | τότε ἀποκριθήσεται αὐτοῖς λέγων, Ἀμὴν λέγω ὑμῖν, ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. | 註釋 串珠 康來昌 原文 典藏 |
25:46 | 且這些人要離開進入永刑,
而那些義人要進入永生。」 | καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. | 註釋 串珠 康來昌 原文 典藏 |