章節 | 原文直譯(參考用)經文 | 新約原文經文 | 註釋 |
23:1 | 那時耶穌對眾人和他的門徒講論 | Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ | 註釋 串珠 康來昌 原文 典藏 |
23:2 | 說:
...坐在摩西的位上。(...處填入下一行)
文士和法利賽人 | λέγων, Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:3 | 所以一切凡是他們對你們說的,
你們都要去做且遵守;
但不要照他們的行為去做;
因為他們說,卻不行。 | πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν. | 註釋 串珠 康來昌 原文 典藏 |
23:4 | 他們捆起沉重(韋: )(聯: 和難擔)的擔子,
且擱在人的肩膀上,
但他們自己不肯以他們的指頭移動它們(擔子)。 | δεσμεύουσιν δὲ φορτία βαρέα (καὶ δυσβάστακτα) καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά. | 註釋 串珠 康來昌 原文 典藏 |
23:5 | 他們做一切他們的工作都是為要被人看見;
因為他們將他們的經文匣做寬了,
且加長了衣裳的繸子, | πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσιν γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσιν τὰ κράσπεδα, | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:6 | 他們喜愛筵席上的首座
和會堂裡的高位, | φιλοῦσιν δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:7 | 和(喜愛)在街市上的問安,
且被人稱呼為,
拉比(拉比就是老師)。 | καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββί. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:8 | 但你們不要被稱呼為,
拉比;
因為一位是你們的老師,
你們全部都是弟兄。 | ὑμεῖς δὲ μὴ κληθῆτε, Ῥαββί· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε. | C註釋 註釋 串珠 康來昌 原文 典藏 |
23:9 | 在地上也不要稱呼(人)為你們的父,
因為一位是你們的父,
就是那在天上的。 | καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὑμῶν ὁ πατὴρ ὁ οὐράνιος. | 註釋 串珠 康來昌 原文 典藏 |
23:10 | 也不要被稱呼為老師,
因為一位是你們的老師,
(就是)基督。 | μηδὲ κληθῆτε καθηγηταί, ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς ὁ Χριστός. | 註釋 串珠 康來昌 原文 典藏 |
23:11 | 你們中間最大的
將是你們的僕人。 | ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. | 註釋 串珠 康來昌 原文 典藏 |
23:12 | 凡任何人高舉他自己的,
必被降為卑下;
但凡任何人謙遜他自己的,
必被高舉。 | ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. | 註釋 串珠 康來昌 原文 典藏 |
23:13 | 你們...有禍了!(...處填入下一行)
文士和法利賽人這些假冒為善的人,
就是...你們把天國關了;(...處填入下一行)
在人的面前
因為你們自己不進去,
也不容那正要進去的人進去。 | Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. | 註釋 串珠 康來昌 原文 典藏 |
23:14 | UBS3/4版本的經文無此節 | | 註釋 串珠 康來昌 原文 典藏 |
23:15 | 你們...有禍了!(...處填入下一行)
文士和法利賽人這假冒為善的人
因為你們走遍洋海陸地,
為得到一個轉入猶太教的人,
但當事成就時,
你們使他作地獄之子
比你們還加倍。 | Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. | 註釋 串珠 康來昌 原文 典藏 |
23:16 | 你們有禍了!
你們這瞎眼領路的說:
凡任何人藉著聖殿起誓,
不算甚麼;
但凡任何人藉著聖殿中的黃金起誓,
他就應該(謹守)。 | Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες, Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:17 | 這無知且瞎眼的人哪,
甚麼是較大的?
金子還是使金子成聖的殿呢? | μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάσας τὸν χρυσόν; | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:18 | 並且(說),
凡任何人藉著祭壇起誓,
不算甚麼;
但凡任何人藉著它上面的禮物起誓,
他就應該(謹守)。 | καί, Ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾽ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει. | 註釋 串珠 康來昌 原文 典藏 |
23:19 | 瞎眼的人哪,
因為甚麼是大的?
禮物還是使禮物成聖的祭壇呢? | τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; | 註釋 串珠 康來昌 原文 典藏 |
23:20 | 所以人藉著祭壇起誓的,
即藉著它...起誓;(...處填入下一行)
和藉著一切所有在它上面的
| ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:21 | 所以人藉著聖殿起誓的,
即藉著它...起誓,(...處填入下一行)
和藉著那居住於它的 | καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν, | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:22 | 人藉著天起誓的,
即藉著上帝的寶座...起誓。(...處填入下一行)
和藉著那坐在它上面的 | καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:23 | 你們...有禍了!(...處填入下一行)
文士和法利賽人這假冒為善的人
因為你們獻上十分之一薄荷、茴香、芹菜,
卻忽視那律法上更重的事,
就是公義、憐憫、信實;
這些是你們必須行的
那些也不可(韋: 被)(聯: )拋棄。 | Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν· ταῦτα (δὲ) ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:24 | 瞎眼領路的人哪,
(就是)那些濾出蠓蟲,
卻吞下駱駝的。 | ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:25 | 你們...有禍了!(...處填入下一行)
文士和法利賽人這些假冒為善的人
因為你們潔淨杯盤的外面,
但它們裡面卻充滿勒索和放蕩。 | Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:26 | 這瞎眼的法利賽人,
首先洗淨杯(韋: 盤)(聯: )的裡面,
好叫它的外面也變乾淨了。 | Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:27 | 你們...有禍了!(...處填入下一行)
文士和法利賽人這假冒為善的人
因為你們好像被粉飾的墳墓,
它們一方面從外面看來美麗,
但裡面卻裝滿了死人骨頭和一切的污穢。 | Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:28 | 你們也是如此,
一方面從外面顯出公義在人前,
裡面卻充滿了假善和不法的事。 | οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας. | 註釋 串珠 康來昌 原文 典藏 |
23:29 | 你們...有禍了!(...處填入下一行)
文士和法利賽人這些假冒為善的人
因為你們建造先知的墳
且修飾義人的墓碑, | Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:30 | 且說:
若是我們是在我們祖宗的時候,
必不和他們...是同夥。(...處填入下一行)
在先知的血上 | καὶ λέγετε, Εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἤμεθα αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν. | 註釋 串珠 康來昌 原文 典藏 |
23:31 | 因此你們證明自己
是殺害先知者的子孫了。 | ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. | 註釋 串珠 康來昌 原文 典藏 |
23:32 | 你們也去充滿你們祖宗的數量吧! | καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. | 註釋 串珠 康來昌 原文 典藏 |
23:33 | 你們這些蛇類,
毒蛇之後代啊!
怎能逃脫地獄的刑罰呢? | ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:34 | 所以看哪!我差遣...到你們這裡來;(...處填入下一行)
先知和智慧人並文士
來自他們的你們要殺害,
要釘十字架;
來自他們的你們要在你們的會堂裡鞭打,
且從這城追逼到那城; | διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν· | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:35 | 以致於...歸到你們身上,(...處填入下一行)
在世上所有被流出之公義的血
從義人亞伯的血起,
直到...巴拉加的兒子撒迦利亞的血為止。(...處填入下一行)
那你們在殿和壇中間所殺的 | ὅπως ἔλθῃ ἐφ᾽ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:36 | 我實在告訴你們,
這一切都將要歸到這世代了。 | ἀμὴν λέγω ὑμῖν, ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην. | 註釋 串珠 康來昌 原文 典藏 |
23:37 | 耶路撒冷,耶路撒冷啊,
那殺害先知,
又用石頭打那被差遣到它那裡的,
有多少次我願意聚集你的兒女,
好像母雞把它的小雞聚集在翅膀底下,
只是你們不願意。 | Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. | 註釋 串珠 康來昌 字典 原文 典藏 |
23:38 | 看哪,你們的聖殿(韋: )(聯: 荒涼)留給你們。 | ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. | 註釋 串珠 康來昌 原文 典藏 |
23:39 | 因為我告訴你們,
你們將不再見我
從現在直等到你們說:
那奉主名來的是應當稱頌的! | λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ᾽ ἄρτι ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. | 註釋 串珠 康來昌 原文 典藏 |